TLG 2625 001 :: HERODICUS :: Fragmenta HERODICUS Gramm. Fragmenta frr. 494–495 Citation: Fragment — (line) | |||
494(t) | in Aristarcheos | ||
1 | ⊗ | ? φεύγετ’, Ἀριστάρχειοι, ἐπ’ εὐρέα νῶτα θαλάττης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφὶν καὶ σφῶϊν καὶ τὸ μὶν ἠδὲ τὸ νίν. | |
---|---|---|---|
5 | τοῦθ’ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ | ||
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών. * | 247 | ||
495(t) | dubium | ||
1 | ‘Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ’ ὑπάκουσον, εἰ βούλει σοι ἔχειν εὖ παιδικά, μηδ’ ἀπιθήσῃς ἀγγέλῳ, ἀλλὰ πιθοῦ, καί σοι πολὺ βέλτιον ἔσται.‘ | ||
5 | κἀγὼ 〈ὅ〉πως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπαίνω ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτως. ‘στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο, ᾗ τόνδ’ αἱρήσεις, ὠσὶν δ’ ἐνίει ποθέουσιν· ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή, τῇδε καθέξεις | ||
10 | αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.‘ ‘τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ ς’ ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην | ||
ποιῆσαι ... | 248 |